Matthew 20

1Ὁμοία γάρ ἐστιν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2
 συμφωνήσας δὲ = WH Treg NA/NIV: || Καὶ συμφωνήσας = RP
συμφωνήσας δὲ ⸃ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
3καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· 4καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ἐὰν δίκαιον δώσω ὑμῖν· 5οἱ δὲ ἀπῆλθον.
 πάλιν = NIV RP: || πάλιν δὲ = WH Treg NA
πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
6περὶ δὲ τὴν
 ἑνδεκάτην = WH Treg NA/NIV: || ἑνδεκάτην ὥραν = RP
ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους
 ἑστῶτας = WH Treg NA/NIV: || ἑστῶτας ἀργούς = RP
ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
7λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν
 ἀμπελῶνα = WH Treg NA/NIV: || ἀμπελῶνα καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε = RP
ἀμπελῶνα.
8ὀψίας δὲ γενομένης λέγει κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος
 αὐτοῖς = Treg NA/NIV RP: || [omit] = WH
αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
9
 καὶ ἐλθόντες = Treg NA/NIV RP: || ἐλθόντες δὲ = WH
καὶ ἐλθόντες ⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
10
 καὶ ἐλθόντες = WH Treg NA/NIV: || Ἐλθόντες δὲ = RP
καὶ ἐλθόντες ⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι
 πλεῖον = WH Treg NA/NIV: || πλεῖονα = RP
πλεῖον λήμψονται· καὶ ἔλαβον
 τὸ ἀνὰ δηνάριον καὶ αὐτοί = WH Treg NA/NIV: || καὶ αὐτοὶ ἀνὰ δηνάριον = RP
τὸ ἀνὰ δηνάριον καὶ αὐτοί ⸃.
11λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12
 λέγοντες = WH Treg NA/NIV: || λέγοντες ὅτι = RP
λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους
 αὐτοὺς ἡμῖν = WH: || ἡμῖν αὐτοὺς = Treg NA/NIV RP
αὐτοὺς ἡμῖν ⸃ ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
13 δὲ ἀποκριθεὶς
 ἑνὶ αὐτῶν εἶπεν = WH NA/NIV: || εἶπεν ἑνὶ αὐτῶν = Treg RP
ἑνὶ αὐτῶν εἶπεν ⸃· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
14ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15
 οὐκ = WH Treg NIV: || Ἢ οὐκ = RP NA
οὐκ ἔξεστίν μοι
 ὃ θέλω ποιῆσαι = WH Treg NA/NIV: || ποιῆσαι ὃ θέλω = RP
θέλω ποιῆσαι ⸃ ἐν τοῖς ἐμοῖς;
 ἢ = WH Treg NA/NIV: || Εἰ = RP
ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
16οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι
 ἔσχατοι = WH NA/NIV: || ἔσχατοι πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί = Treg RP
ἔσχατοι.

17
 Καὶ ἀναβαίνων ὁ = Treg NA/NIV RP: || Μέλλων δὲ ἀναβαίνειν = WH
Καὶ ἀναβαίνων ὁ ⸃ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα
 μαθητὰς = WH NA/NIV RP: || [omit] = Treg
μαθητὰς κατ᾽ ἰδίαν,
 καὶ ἐν τῇ ὁδῷ = WH Treg NA: || ἐν τῇ ὁδῷ καὶ = RP; || καὶ = NIV
καὶ ἐν τῇ ὁδῷ ⸃ εἶπεν αὐτοῖς·
18Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ
 ἐγερθήσεται = WH Treg NA/NIV: || ἀναστήσεται = RP
ἐγερθήσεται.

20Τότε προσῆλθεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι
 παρ᾽ = RP: || ἀπ᾽ = WH Treg NA/NIV
παρ᾽ αὐτοῦ.
21 δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν
 σου = Treg NA/NIV RP: || [omit] = WH
σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
22ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλω
 πίνειν = WH Treg NA/NIV: || πίνειν ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι = RP
πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα.
23
 λέγει = WH Treg NA/NIV: || Καὶ λέγει = RP
λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου
 πίεσθε = WH Treg NA/NIV: || πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε = RP
πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ
 εὐωνύμων = WH Treg NA/NIV: || εὐωνύμων μου = RP
εὐωνύμων οὐκ ἔστιν
 ἐμὸν = WH Treg NIV RP: || ἐμὸν τοῦτο = WHmarg NA
ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.

24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26οὐχ οὕτως
 ἔσται = NA/NIV: || δέ ἔσται = RP; || ἐστὶν = WH Treg
ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς
 ἂν = WH Treg: || ἐὰν = NA/NIV RP
ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
27καὶ ὃς
 ἂν = WH Treg NA/NIV: || ἐὰν = RP
ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος
 ἔσται = WH Treg NA/NIV: || ἔστω = RP
ἔσται ὑμῶν δοῦλος·
28ὥσπερ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες·
 Κύριε ἐλέησον ἡμᾶς = WH Treg NIV: || Ἐλέησον ἡμᾶς κύριε = RP NA
Κύριε, ἐλέησον ἡμᾶς ⸃,
 υἱὸς = WH Treg RP NA: || υἱὲ = NIV
υἱὸς Δαυίδ.
31 δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον
 ἔκραξαν = WH Treg NA/NIV: || ἔκραζον = RP
ἔκραξαν λέγοντες·
 Κύριε ἐλέησον ἡμᾶς = WH Treg NIV: || Ἐλέησον ἡμᾶς κύριε = RP NA
Κύριε, ἐλέησον ἡμᾶς ⸃,
 υἱὸς = WH Treg RP NA: || υἱὲ = NIV
υἱὸς Δαυίδ.
32καὶ στὰς Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33λέγουσιν αὐτῷ· Κύριε, ἵνα
 ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν = WH Treg NA/NIV: || ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί = RP
ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν ⸃.
34σπλαγχνισθεὶς δὲ Ἰησοῦς ἥψατο τῶν
 ὀμμάτων = WH Treg NA/NIV: || ὀφθαλμῶν = RP
ὀμμάτων αὐτῶν, καὶ εὐθέως
 ἀνέβλεψαν = WH Treg NA/NIV: || ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί = RP
ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.



Copyright information for SBLG